Ὁρᾶς ὡς οὐ κομπάζων ἔλεγον ὅτι παιδικῆς ἔργα διανοίας τὰ παρ' ὑμῖν φιλοσόφων ἀπέδειξε θαύματα. Ἀλλὰ καὶ ἐσωφρόνησεν ὁ Σινωπεὺς ἐκεῖνος καὶ ἐν ἐγκρατείᾳ διήγαγε καὶ τῶν κατὰ νόμον οὐκ ἀνεχόμενος γάμων. Ἀλλ' οὐ προσθήσεις ἀλλ' ἥδιον τῶν τῆς σωφροσύνης ἐγκωμίων ἀποστερήσεις αὐτὸν ἢ τὸν τρόπον τῆς σωφροσύνης ἐρεῖς οὕτως αἰσχρὸς καὶ πολλῆς γέμων αἰσχύνης. Ἐπῆλθον δ' ἂν καὶ τὸν τῶν ἄλλων λῆρον καὶ τὴν ματαιοπονίαν καὶ τὴν αἰσχρότητα. Ποῦ γὰρ εἰπέ μοι χρήσιμον γονῆς ἀπογεύεσθαι ἀνθρωπίνης ὅπερ ὁ Σταγειρίτης ἐποίει; Ποῖον δὲ ὄφελος μίγνυσθαι μητράσι καὶ ἀδελφαῖς ὅπερ ὁ τῆς Στοᾶς προεστὼς φιλόσοφος ἐνομοθέτει; Καὶ τὸν τῆς Ἀκαδημίας δὲ ἄρξαντα καὶ τὸν ἐκείνου διδάσκαλον καὶ τοὺς ἔτι τούτων μᾶλλον θαυμαζομένους τούτων αἰσχροτέρους ἀνέδειξα ἄν, καὶ τὴν παιδεραστίαν ἣν σεμνὸν εἶναι τίθενται καὶ φιλοσοφίας μέρος ἐξεκάλυψα πάσης ἀπαμφιάσας τῆς ἀλληγορίας εἰ μὴ μικρὸν ὁ λόγος ἡμῖν ἐξετείνετο μῆκος καὶ πρὸς ἕτερον ἠπείγετο μέρος καὶ ἱκανῶς καὶ διὰ τοῦ ἑνὸς τοῦ γέ λωτα πάντων διήλεγξεν.